Add parallel Print Page Options

15 Ἐγὼ δὲ [a]οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου [b]οὐδεὶς κενώσει. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ [c]γάρ μοί ἐστιν ἐὰν μὴ [d]εὐαγγελίσωμαι. 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν [e]μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ [f]εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, [g]μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος [h]θεοῦ ἀλλ’ ἔννομος [i]Χριστοῦ, ἵνα [j]κερδάνω [k]τοὺς ἀνόμους· 22 ἐγενόμην τοῖς [l]ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν [m]γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23 [n]πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐ κέχρημαι οὐδενὶ WH Treg NIV ] οὐδενὶ ἐχρησάμην RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐδεὶς κενώσει WH Treg NIV ] ἵνα τις κενώσῃ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 γάρ WH Treg NIV ] δέ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 εὐαγγελίσωμαι WH Treg NIV ] εὐαγγελίζωμαι RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 μού WH Treg NIV ] μοί RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 εὐαγγέλιον WH Treg NIV ] + τοῦ Χριστοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 θεοῦ WH Treg NIV ] θεῷ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 κερδάνω WH Treg NIV ] κερδήσω RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 τοὺς WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 ἀσθενέσιν WH Treg NIV ] + ὡς RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 γέγονα WH Treg NIV ] + τὰ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:23 πάντα WH Treg NIV ] Τοῦτο RP